ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν· τάδε λέγει Κύριος τῇ γῇ τοῦ ᾿Ισραήλ· πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς. 3 ἥκει τὸ πέρας 4 ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν, ἥκει ὁ καιρός, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων. 5 νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· 6 οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω, διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπιγνώσῃ διότι ἐγώ εἰμι Κύριος ὁ τύπτων. 7 νῦν τὸ πέρας πρὸς σέ, καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σὲ καὶ ἐκδικήσω σε ἐν ταῖς ὀδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· 8 οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σέ, οὐδὲ μὴ ἐλεήσω, διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσται· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος· 9 διότι τάδε λέγει Κύριος· 10 ἰδοὺ τὸ πέρας ἥκει, ἰδοὺ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ράβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκε. 11 καί συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ θορύβου οὐδὲ μετὰ σπουδῆς. 12 ἥκει ὁ καιρός, ἰδοὺ ἡ ἡμέρα· ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω· 13 διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψῃ, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει. 14 σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα. 15 ὁ πόλεμος ἐν ρομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ρομφαίᾳ τελευτήσει, τοὺς δ᾿ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει. 16 καὶ ἀνασωθήσονται οἱ ἀνασῳζόμενοι ἐξ αὐτῶν καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ. 17 πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ, 18 καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπ᾿ αὐτούς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. 19 τὸ ἀργύριον αὐτῶν ριφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσι, διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο. 20 ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν, 21 καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. 22 καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά· 23 καὶ ποιήσουσι φυρμόν, διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας. 24 καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν. 25 ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται. 26 οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται, καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων. 27 ἄρχων ἐνδύσεται ἀφανισμόν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
ΚΕΦΑΛΑΙΟ 8ο - Η ΕΙΔΩΛΟΛΑΤΡΙΑ ΣΤΟ ΝΑΟ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ
ΚΑΙ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνί, πέμπτῃ τοῦ μηνός, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι ᾿Ιούδα ἐκάθηντο ἐνώπιόν μου, καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, 2 καὶ εἶδον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου. 3 καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἤγαγέ με εἰς ῾Ιερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας τῆς βλεπούσης εἰς βορρᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου. 4 καὶ ἰδού, ἦν ἐκεῖ δόξα Κυρίου Θεοῦ ᾿Ισραὴλ κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐν τῷ πεδίῳ. 5 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βορρᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βορρᾶν, καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς. 6 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν; ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου, καὶ ἔτι ὄψει ἀνομίας μείζονας. 7 καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς 8 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ὄρυξον· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία. 9 καὶ εἶπε πρός με· εἴσελθε καὶ ἰδὲ τάς ἀνομίας, ἃς οὗτοι ποιοῦσιν ὧδε. 10 καὶ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου ᾿Ισραὴλ διαγεγραμμένα ἐπ᾿ αὐτοῦ κύκλῳ, 11 καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου ᾿Ισραήλ, καὶ ᾿Ιεζονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε. 12 καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου ᾿Ισραὴλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν; διότι εἶπαν· οὐχ ὁρᾷ ὁ Κύριος, ἐγκαταλέλοιπε Κύριος τὴν γῆν. 13 καὶ εἶπε πρός με· ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι. 14 καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμούζ, 15 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἑώρακας; καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων. 16 καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ καὶ ἀναμέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ· 17 καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου; μὴ μικρὰ τῷ οἴκῳ ᾿Ιούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες. 18 καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω.
ΚΕΦΑΛΑΙΟ 9ο - ΟΡΑΜΑ ΓΙΑ ΤΟΝ ΕΠΕΡΧΟΜΕΝΟ ΟΛΕΘΡΟ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ
ΚΑΙ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ λέγων· ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὐτοῦ. 2 καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ. 3 καὶ δόξα Θεοῦ τοῦ ᾿Ισραὴλ ἀνέβη ἀπὸ τῶν Χερουβὶμ ἡ οὖσα ἐπ᾿ αὐτῶν εἰς τὸ αἴθριον τοῦ οἴκου. καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπί τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην, 4 καὶ εἶπε πρὸς αὐτόν· δίελθε μέσην τὴν ῾Ιερουσαλὴμ καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. 5 καὶ τούτοις εἶπεν ἀκούοντός μου· πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε· 6 πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ᾿ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ. 7 καὶ εἶπε πρὸς αὐτούς· μιάνατε τὸν οἶκον καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε. 8 καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα· οἴμοι Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ ᾿Ισραὴλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ ῾Ιερουσαλήμ; 9 καὶ εἶπε πρός με· ἀδικία τοῦ οἴκου ᾿Ισραὴλ καὶ ᾿Ιούδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν· ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ Κύριος. 10 καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα. 11 καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ καὶ ἀπεκρίνατο λέγων· πεποίηκα καθὼς ἐνετείλω μοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου